Υμνολογία
Ἦχος πλ. δ’.
Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ᾽ εἰκόνα· λαβοῦσα γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττουσα ἐδίδασκες, ὑπερορᾷν μὲν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτoυ· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὁσία Εὐφροσύνη τὸ πνεῦμά σου.
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Τῆς ἄνω ζωῆς, τυχεῖν ἐπιποθήσασα, τὴν κάτω τρυφήν, σπουδαίως καταλέλοιπας, καὶ σαυτὴν ἀνέμιξας, ἀνάμεσον ἀνδρῶν παναοίδιμε· διὰ Χριστὸν γὰρ τὸν νυμφίον σου, μνηστῆρος προσκαίρου κατεφρόνησας.
Ἐν εὐφροσύνῃ καὶ θυμηδίᾳ, τάς ψυχὰς εὐφρανθέντες, ἀναστῶμεν σπουδῇ ἀκοῦσαι λόγον παράδοξον· ὑπερβαίνει γὰρ ἔννοιαν πᾶσαν τὸ διήγημα τοῦτο καὶ καταπλήττει, ὅτι γυνὴ ἐν μέσῳ ἀνδρῶν καταμένουσα, ἐνίκησε τὸν Βελίαρ, καὶ τὸ πῦρ κατεπάτησε τῶν ἡδονῶν, καὶ οὐκ ἐφλέχθη τὸ σύνολον· τὸν Χριστὸν γὰρ ποθοῦσα ἡ ἄσπιλος, μνηστῆρος προσκαίρου κατεφρόνησε.




